Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.218 Joseph. AJ 7.222 (English) >>Joseph. AJ 7.227

7.220νικήσειν γὰρ προσδόκα ῥᾳδίως αὐτόν, ἂν ἐν φανερῷ καταλάβῃς ὄντα μετʼ ὀλίγων αὐτὸς πολλὰς ἔχων μυριάδας βουλομένων τὴν περὶ σὲ σπουδὴν ἐπιδείξασθαι καὶ προθυμίαν. ἂν δʼ πατὴρ αὑτὸν εἰς πολιορκίαν περικλείσῃ, μηχανήμασι καὶ 7.221ὀρύγμασιν ὑπονόμοις καθαιρήσομεν ἐκείνην τὴν πόλιν.” ταῦτʼ εἰπὼν εὐδοκίμησε μᾶλλον Ἀχιτοφέλου· τῆς γὰρ ἐκείνου γνώμης τούτου προεκρίθη παρʼ Ἀψαλώμου. θεὸς μέντοι γε ἦν τούτου τῇ διανοίᾳ τὴν τοῦ Χουσὶ συμβουλίαν συστήσας ἀμείνω εἶναι δοκεῖν. 7.222

Σπεύσας δὲ πρὸς τοὺς ἀρχιερέας Σάδωκον καὶ Ἀβιάθαρον καὶ τήν τε Ἀχιτοφέλου γνώμην ἐξειπὼν αὐτοῖς καὶ τὴν ἑαυτοῦ καὶ ὅτι δέδοκται τὰ ὑπʼ αὐτοῦ παραινεθέντα πράττειν, ἐκέλευσε μηνύειν πέμψαντας Δαυίδῃ καὶ φανερὰ ποιεῖν τὰ συμβεβουλευμένα καὶ προσπαρακελεύσασθαι ταχέως διαβῆναι τὸν Ἰόρδανον, μὴ μεταγνοὺς παῖς αὐτοῦ διώκειν ὁρμήσῃ καὶ πρὶν ἐν ἀσφαλείᾳ γένηται φθάσας καταλάβῃ. 7.223οἱ δὲ ἀρχιερεῖς ἐξεπίτηδες τοὺς υἱοὺς ἔξω τῆς πόλεως κεκρυμμένους εἶχον, ὅπως διακομίσωσι πρὸς τὸν Δαυίδην τὰ πραττόμενα· πέμψαντες οὖν πιστὴν θεραπαινίδα πρὸς αὐτοὺς φέρουσαν τὰ βεβουλευμένα ὑπὸ τοῦ Ἀψαλώμου προσέταξαν μετὰ σπουδῆς ταῦτα Δαυίδῃ σημαίνειν. 7.224οἱ δʼ οὐδὲν εἰς ἀναβολὰς καὶ μέλλησιν ὑπερέθεντο, λαβόντες δὲ τὰς τῶν πατέρων ἐντολὰς εὐσεβεῖς ἅμα καὶ πιστοὶ γίνονται διάκονοι· καὶ τῆς ὑπηρεσίας τὸ τάχος καὶ τὴν ὀξύτητα κρίναντες ἄριστα εἶναι ἠπείγοντο συμβαλεῖν Δαυίδῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.218 Joseph. AJ 7.222 (English) >>Joseph. AJ 7.227

Powered by PhiloLogic